ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Τά Ἐγκώμια
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Ἡ ζωὴ πῶς θνῄσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾷς.
Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου, δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ. α'
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ
τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην· τοῖς σοῖς γὰρ
παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.
Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, δύσαντος ἐν τάφῳ σωματικῶς.
Ὕπνωσας Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ,καὶ βαρέως ὕπνου
ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας, τὸ τῶν ἀνθρώπων γένος.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἠχος γ'
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ
μου.
Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ σε κηδεύει.
Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.
Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.
Θρῆνον συνεκίνει, ἡ πάναγνός σου Μήτηρ, σοῦ Λόγε νεκρωθέντος
Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυρροοῦσα, τὰ σπλάγχνα κεντουμένη.
Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.
Ὧ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;