Ἀναστήτω ὁ Θεός,
καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες
αὐτόν
Πάσχα
ἱερὸν
ἡμῖν
σήμερον
ἀναδέδεικται,
Πάσχα
καινόν,
Ἅγιον,
Πάσχα
μυστικόν,
Πάσχα
πανσεβάσμιον,
Πάσχα
Χριστὸς
ὁ
λυτρωτής,
Πάσχα
ἄμωμον,
Πάσχα
μέγα,
Πάσχα
τῶν
πιστῶν,
Πάσχα,
τὸ
πύλας
ἡμῖν
τοῦ
Παραδείσου
ἀνοῖξαν,
Πάσχα,
πάντας
ἁγιάζον
πιστούς.
Ἀναστάσεως
ἡμέρα,
καὶ
λαμπρυνθῶμεν
τῇ
πανηγύρει,
καὶ
ἀλλήλους
περιπτυξώμεθα.
Εἴπωμεν
ἀδελφοί,
καὶ
τοῖς
μισοῦσιν
ἡμᾶς·
Συγχωρήσωμεν
πάντα
τῇ
Ἀναστάσει,
καὶ
οὕτω
βοήσωμεν·
Χριστὸς
ἀνέστη
ἐκ
νεκρῶν,
θανάτῳ
θάνατον
πατήσας,
καὶ
τοῖς
ἐν
τοῖς
μνήμασι,
ζωὴν
χαρισάμενος.
«Φωτίζου,
φωτίζου,
ἡ
νέα
Ἱερουσαλήμ·
ἡ
γὰρ
δόξα
Κυρίου
ἐπὶ
σὲ
ἀνέτειλε.
Χόρευε
νῦν,
καὶ
ἀγάλλου
Σιών,
σὺ
δὲ
ἁγνή,
τέρπου
Θεοτόκε,
ἐν
τῇ
ἐγέρσει
τοῦ
τόκου
σου».
Ἀναστάσεως
ἡμέρα
λαμπρυνθῶμεν
Λαοί,
Πάσχα
Κυρίου,
Πάσχα·
ἐκ
γὰρ
θανάτου
πρὸς
ζωήν,
καὶ
ἐκ
γῆς
πρὸς
οὐρανόν,
Χριστὸς
ὁ
Θεός,
ἡμᾶς
διεβίβασεν,
ἐπινίκιον
ᾄδοντας».
Ἀναστὰς
ὁ
Ἰησοῦς
ἀπὸ
τοῦ
τάφου
καθὼς
προεῖπεν,
ἔδωκεν
ἡμῖν
τὴν
αἰώνιον
ζωὴν
καὶ
μέγα
ἔλεος.
Ὁ ἄγγελος ἐβόα
τῇ κεχαριτωμένῃ· Ἁγνὴ
Παρθένε, χαῖρε, καὶ
πάλιν ἐρῶ· Χαῖρε·
ὁ σὸς υἱὸς
ἀνέστη τριήμερος ἐκ
τάφου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου